Πρὸς Ῥωμαίουςς

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16


Κεφάλαιο 13

Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω • οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ • αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν •
2 ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν • οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται.
3 οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς •
4 Θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν • ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ • οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ • Θεοῦ γὰρ διάκονός ἐστιν ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
5 διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
6 διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε • λειτουργοὶ γὰρ Θεοῦ εἰσὶν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
7 ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμὴν.
8 Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν, ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.
9 τὸ γὰρ Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται • πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11 Καὶ τοῦτο • εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν •
12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν • ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.
13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν • μὴ κώμοις καὶ μέθαις • μὴ κοίταις καὶ ἀσελγείαις • μὴ ἔριδι καὶ ζήλῳ.
14 ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.