Πρὸς Ῥωμαίουςς
Κεφάλαιο 12
Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.
2 καὶ μὴ συνσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς [ὑμῶν], εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
3 λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως.
4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ᾿ εἷς ἀλλήλων μέλη.
6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως •
7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ • εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ •
8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει • ὁ μεταδιδούς, ἐν ἁπλότητι • ὁ προϊστάμενος, ἐν σπουδῇ • ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
9 Ἡ ἀγάπη ἀνυπόκριτος • ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ •
10 τῇ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι • τῇ τιμῇ, ἀλλήλους προηγούμενοι •
11 τῇ σπουδῇ, μὴ ὀκνηροί • τῷ πνεύματι ζέοντες • τῷ Κυρίῳ δουλεύοντες •
12 τῇ ἐλπίδι χαίροντες • τῇ θλίψει ὑπομένοντες • τῇ προσευχῇ προσκαρτεροῦντες •
13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες • τὴν φιλοξενίαν διώκοντες.
14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς • εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
15 χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων •
16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες • μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ᾿ ἑαυτοῖς •
17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες • προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων •
18 εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες •
19 μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί • ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ • Ἐμοὶ ἐκδίκησις • ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.
20 ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν • ἐὰν διψᾷ, πότιζε αὐτόν • τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
21 μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.