Σωτηρία
- οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ᾿ ἔχῇ ζωὴν αἰώνιον. -
Ἰωάννην 3:16 -
οὐ γὰρ ἐστιν διαστολή, πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ,
Ρωμαίους 3:23 -
τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος • τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. -
Ρωμαίους 6:23 -
λέγει αὐτῷ ὁ Ἰησοῦς • Ἐγὼ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή • οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ. -
Ἰωάννην 14:6 -
ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, -
Ἰωάννην 1:12 -
ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ • Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. -
Ἰωάννην 3:3 -
καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. -
Εβραίους 9:22 -
καὶ εἶπεν • Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. -
Μαθθαῖον 18:3 -
ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω • ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾿ αὐτοῦ καὶ αὐτὸς μετ᾿ ἐμοῦ.-
Αποκάλυψη 3:20 -
Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.-
1 Ιωάννης 1:9 -
ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται εἰς τὸ ὄνομα Κυρίου σωθήσεται.-
Ρωμαίους 10:9, 10, 13 -
τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον • οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται • -
Εφεσίους 2:8, 9 -
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου,-
Τίτο 3:5 -
οἱ δὲ εἶπον • Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.-
Πράξεις 16:31 -
ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον • ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾿ αὐτόν.
Ἰωάννην 3:36 -
κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. -
Ἰωάννην 10:28 -
ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν • ἰδοὺ γέγονεν καινὰ τὰ πάντα • -
Κορινθίους β’ 5:17